Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.51 Joseph. AJ 5.57 (English) >>Joseph. AJ 5.61

5.55καὶ οἱ μὲν ταῦτα λέγοντες καὶ ἐπιδεικνύντες τὰ τεκμήρια τῆς ὁδοιπορίας παρεκάλουν ἐπὶ συνθήκας καὶ φιλίαν τοὺς Ἑβραίους· Ἰησοῦς δὲ πιστεύσας οἷς ἔλεγον, ὡς οὐκ εἰσὶ τοῦ Χαναναίων ἔθνους, ποιεῖται πρὸς αὐτοὺς φιλίαν, καὶ Ἐλεάζαρος ἀρχιερεὺς μετὰ τῆς γερουσίας ὄμνυσιν ἕξειν τε φίλους καὶ συμμάχους καὶ μηδὲν μοχλεύσεσθαι κατʼ αὐτῶν ἄδικον τοῖς ὅρκοις ἐπισυναινέσαντος τοῦ πλήθους. 5.56καὶ οἱ μὲν ὧν ἤθελον τυχόντες ἐξ ἀπάτης ἀπῄεσαν πρὸς αὑτούς. Ἰησοῦς δὲ τῆς Χαναναίας στρατεύσας εἰς τὴν ὑπώρειον καὶ μαθὼν οὐ πόρρω τῶν Ἱεροσολύμων τοὺς Γεβεωνίτας κατῳκημένους καὶ τοῦ γένους ὄντας τῶν Χαναναίων, μεταπεμψάμενος αὐτῶν τοὺς ἐν τέλει τῆς ἀπάτης αὐτοῖς ἐνεκάλει. 5.57τῶν δʼ οὐκ ἄλλην ἀφορμὴν σωτηρίας ἔχειν ταύτην προφασιζομένων καὶ διὰ τοῦτʼ ἐπʼ αὐτὴν ἐξ ἀνάγκης καταφυγεῖν συγκαλεῖ τὸν ἀρχιερέα Ἐλεάζαρον καὶ τὴν γερουσίαν, καὶ δημοσίους αὐτοὺς δικαιούντων ποιεῖν ἐπὶ τῷ μὴ παραβῆναι τὸν ὅρκον ἀποδείκνυσιν εἶναι τοιούτους. καὶ οἱ μὲν τῆς καταλαβούσης αὐτοὺς συμφορᾶς τοιαύτην φυλακὴν καὶ ἀσφάλειαν εὕραντο. 5.58

Τοῦ δὲ τῶν Ἱεροσολυμιτῶν βασιλέως χαλεπῶς φέροντος ἐπὶ τῷ μετατάξασθαι πρὸς τὸν Ἰησοῦν τοὺς Γεβεωνίτας καὶ τοὺς τῶν πλησίον ἐθνῶν παρακαλέσαντος βασιλέας συνάρασθαι τῷ κατʼ αὐτῶν πολέμῳ, ὡς τούτους τε εἶδον παρόντας σὺν αὐτῷ, τέσσαρες δὲ ἦσαν, οἱ Γεβεωνῖται καὶ στρατοπεδευσαμένους ἐπί τινι πηγῇ τῆς πόλεως οὐκ ἄπωθεν παρασκευάζεσθαι πρὸς πολιορκίαν, ἐπεκαλοῦντο σύμμαχον Ἰησοῦν·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 5.51 Joseph. AJ 5.57 (English) >>Joseph. AJ 5.61

Powered by PhiloLogic